Ancient Greek · ~1 min
Chapter 3
Plutarch, Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις 3.3
Not analysed yet
ὅθεν οὗτος μέν οὐ μικρὰ βλάψας οὐδʼ ὀλίγα τὴν πόλιν ὅμως ἀπεδείκνυτο πολλάκις ἡγεμὼν καὶ στρατηγός, ἐκεῖνος δὲ μετιὼν ἐπὶ πολλαῖς ἀριστείαις καὶ ἀνδραγαθίαις ἀρχὴν προσήκουσαν ἐξέπεσεν. οὕτω τὸν μέν οὐδὲ πάσχοντες κακῶς ἐδύναντο μισεῖν οἱ πολῖται, τῷ δὲ περιῆν θαυμαζομένῳ μὴ φιλεῖσθαι.