Ancient Greek · ~2 min
Chapter 3
Plutarch, Ἀριστείδου καὶ Κάτωνος σύγκρισις 3.4
Not analysed yet
καίτοι πολλὰ μέν Ἡσίοδος πρὸς δικαιοσύνην ἅμα καὶ οἰκονομίαν παρακαλῶν ἡμᾶς εἴρηκε καὶ τὴν ἀργίαν ὡς ἀδικίας ἀρχὴν λελοιδόρηκεν, εὖ δὲ καὶ Ὁμήρῳ πεποίηται· ἔργον δέ μοι οὐ φίλον ἦεν οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαά τέκνα, ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν καὶ πόλεμοι καὶ ἄκοντες ἐύξεστοι καὶ ὀϊστοί· ὡς τοὺς αὐτοὺς ἀμελοῦντας οἰκίας καὶ ποριζομένους ἐξ ἀδικίας.