Ancient Greek
Chapter 3
Plutarch, Ἀριστείδου καὶ Κάτωνος σύγκρισις 3.5
Not analysed yet
οὐ γὰρ, ὡς τοὔλαιον οἱ ἰατροί φασι τοῦ σώματος εἶναι τοῖς μέν ἐκτὸς ὠφελιμώτατον, τοῖς δʼ ἐντὸς βλαβερώτατον, οὕτως ὁ δίκαιος ἑτέροις μέν ἐστι χρήσιμος, αὑτοῦ δὲ καὶ τῶν ἰδίων ἀκηδής, ἀλλʼ ἔοικε ταύτῃ πεπηρῶσθαι τῷ Ἀριστείδῃ τὸ πολιτικόν, εἴπερ, ὡς οἱ πλεῖστοι λέγουσιν, οὐδὲ προῖκα τοῖς θυγατρίοις οὐδὲ ταφὴν αὐτῷ καταλιπέσθαι προὐνόησεν.