Ancient Greek · ~3 min
2.1 to 2.2
Plutarch, Κίμωνος καὶ Λουκούλλος σύγκρισις 2.1-2
Not analysed yet
ἐν δὲ τοῖς πολεμικοῖς ὅτι μὲν ἀμφότεροι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀγαθοὶ γεγόνασιν ἀγωνισταί δῆλον ὥσπερ δὲ τῶν ἀθλητῶν τοὺς ἡμέρᾳ μιᾷ πάλῃ καὶ παγκρατίῳ στεφανουμένους ἔθει τινὶ παραδοξονίκας καλοῦσιν, οὕτω Κίμων ἐν ἡμέρᾳ μιᾷ πεζομαχίας καὶ ναυμαχίας ἅμα τροπαίῳ στεφανώσας τὴν Ἑλλάδα δίκαιός ἐστιν ἔχειν τινὰ προεδρίαν ἐν τοῖς στρατηγοῖς. καὶ μὴν Λουκούλλῳ μὲν ἡ πατρίς, Κίμων δὲ τῇ πατρίδι τὴν ἡγεμονίαν περιέθηκε. καὶ ὁ μὲν ἀρχούσῃ τῶν συμμάχων προσεκτήσατο τὰ τῶν πολεμίων, ὁ δʼ ἄλλοις ἑπομένην παραλαβών ἅμα καὶ τῶν συμμάχων ἄρχειν καὶ τῶν πολεμίων κρατεῖν ἐποίησε, Πέρσας μὲν ἀναγκάσας ἡττηθέντας ἐκβῆναι τῆς θαλάσσης, Λακεδαιμονίους δὲ πείσας ἑκόντας ἐκστῆναι.