Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Κίμωνος καὶ Λουκούλλος σύγκρισις 2.3
Not analysed yet
εἰ τοίνυν μέγιστον ἔργον ἡγεμόνος εὐπείθειαν ἐργάσασθαι διʼ εὐνοίας, Λούκουλλος μὲν ὑπὸ τῶν στρατιωτῶν κατεφρονήθη, Κίμων δʼ ὑπὸ τῶν συμμάχων ἐθαυμάσθη· παρʼ οὗ μὲν γὰρ ἀπέστησαν, πρὸς ὃν δὲ μετέστησαν. καὶ ὁ μὲν ὧν ἄρχων ἐξῆλθεν, ὑπὸ τούτων ἀπολειφθεὶς ἐπανῆλθεν, ὁ δὲ μεθʼ ὧν ἑτέροις ποιήσων τὸ προσταττόμενον ἐξεπέμφθη, τούτοις αὐτὸς διδοὺς τὸ παράγγελμα κατέπλευσε, τρία τὰ πάντων δυσκολώτατα διαπεπραγμένος ὁμοῦ τῇ πόλει, πρὸς μὲν τοὺς πολεμίους εἰρήνην, παρὰ δὲ τῶν συμμάχων ἡγεμονίαν, πρὸς δὲ Λακεδαιμονίους ὁμόνοιαν.