Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Κίμωνος καὶ Λουκούλλος σύγκρισις 2.5
Not analysed yet
ἢ τοῦτό γε καὶ πρὸς Κίμωνα κοινόν ἐστι· καὶ γὰρ ἐκεῖνον ὑπήγαγόν τε εἰς δίκας οἱ πολῖται καὶ τελευτῶντες ἐξωστράκισαν, ἵνʼ αὐτοῦ δέκα ἐτῶν, ὥς φησιν ὁ Πλάτων, τῆς φωνῆς μὴ ἀκούσωσιν. αἱ γὰρ ἀριστοκρατικαὶ φύσεις ὀλίγα τοῖς πολλοῖς συνᾴδουσι καὶ πρὸς ἡδονὴν ἔχουσι, τὰ δὲ πολλὰ προσβιαζόμεναι τῷ κατευθύνειν διαστρεφομένους ἀνιῶσιν, ὥσπερ οἱ τῶν ἰατρῶν δεσμοί, καίπερ εἰς τὰ κατὰ φύσιν ἄγοντες τὰς παραρθρήσεις. ταύτης μὲν οὖν ἴσως ἀπαλλακτέον τῆς αἰτίας ἑκάτερον.