Ancient Greek · ~2 min
3.1 to 3.2
Plutarch, Κίμωνος καὶ Λουκούλλος σύγκρισις 3.1-2
Not analysed yet
πολὺ δʼ ὁ Λούκουλλος προῆλθε τῷ πολέμῳ τόν τε Ταῦρον ὑπερβαλὼν στρατοπέδῳ Ῥωμαίων πρῶτος, καὶ τόν Τίγριν διαβάς καὶ τὰ βασίλεια τῆς Ἀσίας ἐν ὄψει τῶν βασιλέων, Τιγρανόκερτα καὶ Κάβειρα καὶ Σινώπην καὶ Νίσιβιν, ἑλὼν καὶ καταφλέξας, καὶ τὰ μὲν βόρεια μέχρι Φάσιδος, τὰ δʼ ἑῷα μέχρι Μηδίας, τὰ δὲ πρὸς νότον καὶ τήν ἐρυθρὰν θάλασσαν οἰκειωσάμενος διὰ τῶν Ἀραβικῶν βασιλέων, συντρίψας δὲ τὰς δυνάμεις τῶν βασιλέων, ἀπολειφθεὶς δὲ μόνου τοῦ τὰ σώματα λαβεῖν, ὥσπερ θηρίων εἰς ἐρημίας καὶ ὕλας ἀστιβεῖς καὶ ἀβάτους ἀποδιδρασκόντων.