Ancient Greek · ~2 min
Chapter 3
Plutarch, Κίμωνος καὶ Λουκούλλος σύγκρισις 3.3
Not analysed yet
τεκμήριον δὲ μέγα· Πέρσαι μὲν γὰρ ὡς οὐδὲν μέγα πεπονθότες ὑπὸ Κίμωνος εὐθὺς ἀντετάττοντο τοῖς Ἕλλησι, καὶ τήν γε πολλὴν δύναμιν αὐτῶν ἐν Αἰγύπτῳ κρατήσαντες διέφθειραν, Τιγράνου δὲ καὶ Μιθριδάτου μετὰ Λούκουλλον οὐδὲν ἄλλο ἔργον ἐγένετο, ἀλλʼ ὁ μὲν ἀσθενὴς ἤδη καὶ συγκεκομμένος ὑπὸ τῶν πρώτων ἀγώνων οὐδʼ ἅπαξ ἐτόλμησε δεῖξαι Πομπηΐῳ τήν δύναμιν ἔξω τοῦ χάρακος, ἀλλὰ φυγὼν εἰς Βόσπορον κατέβη κἀκεῖ κατέστρεψε,