Ancient Greek · ~2 min
Chapter 4
Plutarch, Λυκούργου καὶ Νομᾶ σύγκρισις 4.4
Not analysed yet
καὶ τοῖς μὲν πολλοῖς οὐκ ἄξιον ἐγκαλεῖν νομοθέταις ἐλλείπουσιν ἢ διʼ ἄγνοιαν ἢ διʼ ἀσθένειαν ἀνδρὶ δὲ σοφῷ βασιλείαν παραλαβόντι δήμου νεωστὶ συνισταμένου καὶ πρός μηδὲν ἀντιτείνοντος, περὶ τί πρῶτον ἦν σπουδάσαι προσῆκον ἢ παίδων ἐκτροφὴν καὶ νέων ἄσκησιν, ὅπως μὴ διάφοροι μηδὲ ταραχώδεις γένοιντο τοῖς ἤθεσιν, ἀλλʼ εἰς ἕν τι κοινὸν ἀρετῆς ἴχνος εὐθὺς ἐξ ἀρχῆς πλαττόμενοι καὶ τυπούμενοι συμβαίνοιεν ἀλλήλοις;