Ancient Greek · ~2 min
Chapter 4
Plutarch, Λυκούργου καὶ Νομᾶ σύγκρισις 4.5
Not analysed yet
ὃ δὴ πρός τε τὰ ἄλλα καὶ σωτηρίαν νόμων ὠφέλησε τὸν Λυκοῦργον. μικρὸς γὰρ ἦν ὁ τῶν ὅρκων φόβος, εἰ μὴ διὰ τῆς παιδείας καὶ τῆς ἀγωγῆς οἷον ἀνέδευσε τοῖς ἤθεσι τῶν παίδων τοὺς νόμους, καὶ συνῳκείωσε τῇ τροφῇ τὸν ζῆλον τῆς πολιτείας, ὥστε πεντακοσίων ἐτῶν πλείω χρόνον τὰ κυριώτατα καὶ μέγιστα διαμεῖναι τῆς νομοθεσίας, ὥσπερ βαφῆς ἀκράτου καὶ ἰσχυρῶς καθαψαμένης.