Ancient Greek · ~2 min
Section 24
Plutarch, Αἴτια φυσικά 24
Not analysed yet
διὰ τί περὶ τὰς πανσελήνους ἥκιστα ταῖς ἰχνοσκοπίαις ἐπιτυγχάνουσιν; διὰ τὴν εἰρημένην αἰτίαν; δροσοβόλοι γὰρ αἱ πανσέληνοι· διὸ καὶ τὴν δρόσον ὁ Ἀλκμὰν Διὸς θυγατέρα καὶ Σελήνης προσεῖπε ποιήσας Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας Σελάνας· ἡ γὰρ δρόσος ἀσθενής ἐστι καὶ ἀδρανὴς ὄμβρος, ἀσθενὲς δὲ καὶ τὸ τῆς σελήνης θερμόν· ὅθεν ἕλκει μὲν ἀπὸ γῆς ὥσπερ ὁ ἥλιος, ἄγειν δʼ εἰς ὕψος μὴ δυναμένη μηδʼ ἀναλαμβάνειν μεθίησιν.