Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Σύγκρισις Λυσάνδρου καὶ Σύλλα 2.2
Not analysed yet
ὥσπερ γὰρ κυνηγὸς οὐ ζητεῖ τὸ ἐκ κυνός, ἀλλὰ κύνα, καὶ ἱππικὸς ἵππον, οὐ τὸ ἐξ ἵππου· τί γὰρ, ἂν ἐξ ἵππου ἡμίονος γένηται; οὕτως ὁ πολιτικὸς ἁμαρτήσεται τοῦ παντός, ἐὰν μὴ ζητῇ τὸν ἄρχοντα τίς ἐστιν, ἀλλὰ ἐκ τίνος, αὐτοί γέ τοι Σπαρτιᾶται βασιλεύοντας ἐνίους ἀφείλοντο τὴν ἀρχήν, ὡς οὐ βασιλικούς, ἀλλὰ φαύλους καὶ τὸ μηδὲν ὄντας, εἰ δὲ κακία καὶ μετά γένους ἄτιμον, οὐδʼ ἀρετὴ διʼ εὐγένειαν, ἀλλʼ ἀφʼ ἑαυτῆς ἔντιμον.