Ancient Greek · ~2 min
2.3 to 2.4
Plutarch, Σύγκρισις Λυσάνδρου καὶ Σύλλα 2.3-4
Not analysed yet
αἱ τοίνυν ἀδικίαι τῷ μὲν ὑπὲρ φίλων, τῷ δʼ ἄχρι φίλων ἐπράχθησαν. Λύσανδρος μὲν γὰρ ὁμολογεῖται τὰ πλεῖστα διὰ τοὺς ἑταίρους ἐξαμαρτεῖν καὶ τὰς πλείστας σφαγὰς ὑπὲρ τῆς ἐκείνων ἀπεργάσασθαι δυναστείας καὶ τυραννίδος· Σύλλας δὲ καὶ Πομπηΐου περιέκοψε τὸ στρατιωτικὸν φθονήσας, καὶ Δολοβέλλα τὴν ναυαρχίαν ἐπεχείρησε δοὺς ἀφελέσθαι, καὶ Λουκρήτιον Ὀφέλλαν ἀντὶ πολλῶν καὶ μεγάλων ὑπατείαν μνώμενον ἐν ὀφθαλμοῖς ἀποσφάξαι προσέταξε, φρίκην καὶ δέος ἐμποιῶν πρὸς αὑτὸν ἀνθρώποις ἅπασι διὰ τῆς τῶν φιλτάτων ἀναιρέσεως.