Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Περικλέους καὶ Φαβίου σύγκρισις 2.2
Not analysed yet
οὐ μὴν λέγεται τοιαύτη πρᾶξις Περικλέους, οἵαν ἔπραξε Φάβιος Μινούκιον ἐξαρπάσας Ἀννίβου καὶ διασώσας ἐντελὲς στρατόπεδον Ῥωμαίων· καλὸν γὰρ τὸ ἔργον καὶ κοινὸν ἀνδρείας ὁμοῦ καὶ φρονήσεως καὶ χρηστότητος· ὥσπερ αὖ πάλιν οὐδὲ σφάλμα λέγεται Περικλέους οἷον ἐσφάλη Φάβιος διὰ τῶν βοῶν καταστρατηγηθεὶς ὑπʼ Ἀννίβου, λαβὼν μὲν αὐτομάτως καὶ κατὰ τύχην ὑπελθόντα τοῖς στενοῖς τὸν πολέμιον, προέμενος δὲ νυκτὸς λαθόντα καὶ μεθʼ ἡμέραν βιασάμενον καὶ φθάσαντα μέλλοντος καὶ κρατή σαντα συλλαβόντος.