Ancient Greek · ~3 min
2.3 to 2.4
Plutarch, Περικλέους καὶ Φαβίου σύγκρισις 2.3-4
Not analysed yet
εἰ δὲ δεῖ μὴ μόνον χρῆσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τεκμαίρεσθαι περὶ τοῦ μέλλοντος ὀρθῶς τὸν ἀγαθὸν στρατηγόν, Ἀθηναίοις μὲν ὡς Περικλῆς προέγνω καὶ προεῖπεν ἐτελεύτησεν ὁ πόλεμος· πολυπραγμονοῦντες γὰρ ἀπώλεσαν τὴν δύναμιν Ῥωμαῖοι δὲ παρὰ τοὺς Φαβίου λογισμοὺς ἐκπέμψαντες ἐπὶ Καρχηδονίους Σκηπίωνα πάντων ἐκράτησαν, οὐ τύχῃ, σοφίᾳ δὲ τοῦ στρατηγοῦ καὶ ἀνδρείᾳ κατὰ κράτος νικήσαντος τοὺς πολεμίους. ὥστε τῷ μὲν τὰ πταίσματα τῆς πατρίδος μαρτυρεῖν ὅτι καλῶς ἔγνω, τὸν δὲ ὑπὸ τῶν κατορθωμάτων ἐλέγχεσθαι τοῦ παντὸς ἐσφαλμένον. ἴση δʼ ἁμαρτία στρατηγοῦ κακῷ περιπεσεῖν μὴ προσδοκήσαντα καὶ κατορθώματος καιρὸν ἀπιστίᾳ προέσθαι. μία γὰρ, ὡς ἔοικεν, ἀπειρία καὶ θράσος γεννᾷ καὶ θάρσος ἀφαιρεῖται, ταῦτα περὶ τῶν πολεμικῶν.