Ancient Greek
Chapter 3
Plutarch, Περικλέους καὶ Φαβίου σύγκρισις 3.2
Not analysed yet
ἀλλʼ ἥ γε δύναμις μείζων ἡ τοῦ Περικλέους καὶ τὸ κράτος, ὅθεν οὐδʼ ἄλλον εἴασεν ἐνδυστυχῆσαι τῇ πόλει κακῶς βουλευσάμενον στρατηγόν, ἀλλʼ ἢ μόνος αὐτὸν ἐκφυγὼν Τολμίδης καὶ διωσάμενος βίᾳ προσέπταισε Βοιωτοῖς οἱ δʼ ἄλλοι προσετίθεντο καὶ κατεκοσμοῦντο πάντες εἰς τήν ἐκείνου γνώμην ὑπὸ μεγέθους αὐτοῦ τῆς δυνάμεως.