Ancient Greek
Chapter 3
Plutarch, Περικλέους καὶ Φαβίου σύγκρισις 3.1
Not analysed yet
τῆς δὲ πολιτείας μέγα μὲν ἔγκλημα τοῦ Περικλέους ὁ πόλεμος, λέγεται γὰρ ἐπακτὸς ὑπʼ ἐκείνου γενέσθαι Λακεδαιμονίοις ἐρίσαντος μὴ ἐνδοῦναι. δοκῶ δὲ μηδʼ ἂν Φάβιον Μάξιμον ἐνδοῦναί τι Καρχηδονίοις, ἀλλʼ εὐγενῶς ὑποστῆναι τὸν ὑπὲρ τῆς ἡγεμονίας κίνδυνον. ἡ μέντοι πρὸς Μινούκιον ἐπιείκεια τοῦ Φαβίου καὶ πρᾳότης ἐλέγχει τὸν πρὸς Κίμωνα καὶ Θουκυδίδην στασιασμόν, ἄνδρας ἀγαθοὺς καὶ ἀριστοκρατικοὺς εἰς φυγὴν ὑπʼ αὐτοῦ καὶ τοὔστρακον ἐκπεσόντας.