Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Φιλοποίμενος καὶ Τίτου σύγκρισις 1.1
Not analysed yet
μεγέθει μὲν οὖν τῶν εἰς τοὺς Ἕλληνας εὐεργεσιῶν οὔτε Φιλοποίμενα Τίτῳ παραβάλλειν οὔτε πάνυ πολλοὺς τῶν Φιλοποίμενος ἀμεινόνων ἀνδρῶν ἄξιόν ἐστι. τοῖς μὲν γὰρ Ἕλλησι πρὸς Ἕλληνας οἱ πόλεμοι, τῷ δὲ οὐχ Ἕλληνι καὶ ὑπὲρ Ἑλλήνων· καὶ ὅτε Φιλοποίμην ἀμηχανῶν τοῖς ἑαυτοῦ πολίταις ἀμύνειν πολεμουμένοις εἰς Κρήτην ἀπῆρε, τότε νικήσας Τίτος ἐν μέσῃ τῇ Ἑλλάδι Φίλιππον ἠλευθέρου καὶ τὰ ἔθνη καὶ πόλεις ἁπάσας.