Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Φιλοποίμενος καὶ Τίτου σύγκρισις 1.2
Not analysed yet
εἰ δέ τις ἐξετάζοι τὰς μάχας ἑκατέρου, πλείους Ἕλληνας Φιλοποίμην Ἀχαιῶν στρατηγῶν ἢ Μακεδόνας Τίτος Ἕλλησι βοηθῶν ἀνεῖλε. τὰ τοίνυν ἁμαρτήματα τοῦ μὲν φιλοτιμίας, τοῦ δὲ φιλονεικίας γέγονε, καὶ πρὸς ὀργὴν ὁ μὲν εὐκίνητος, ὁ δὲ καὶ δυσπαραίτητος. Τίτος μὲν γὰρ καὶ Φιλίππῳ τὸ ἀξίωμα τῆς βασιλείας ἐφύλαξε καὶ πρὸς Αἰτωλοὺς εὐγνωμόνησε, Φιλοποίμην δὲ τῆς πατρίδος διʼ ὀργὴν ἀφείλετο τὴν περιοικίδα συντέλειαν.