Ancient Greek · ~1 min
Chapter 2
Plutarch, Φιλοποίμενος καὶ Τίτου σύγκρισις 2.2
Not analysed yet
καὶ μὴν τό γε πρὸς Ἕλληνας τούτῳ γενέσθαι τοὺς ἀγῶνας οὐκ εὐτυχῆ μέν, ἰσχυρὰν δὲ τῆς ἀρετῆς ἀπόδειξιν παρεῖχεν οἷς γὰρ ὅμοια τἆλλα, τῷ προὔχειν ἀρετῇ κρατοῦσι. καὶ γὰρ δὴ πολεμικωτάτοις Ἑλλήνων Κρησὶ καὶ Λακεδαιμονίοις πολεμήσας, τῶν μὲν πανουργοτάτων δόλῳ, τῶν δʼ ἀλκιμωτάτων τόλμῃ περιεγένετο.