Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Φιλοποίμενος καὶ Τίτου σύγκρισις 2.3
Not analysed yet
πρὸς δὲ τούτοις Τίτος μὲν ἐξ ὑποκειμένων ἐνίκα, χρώμενος ὁπλισμοῖς καὶ τάξεσιν αἷς παρέλαβε. Φιλοποίμην δὲ αὐτὸς ἐπεισενεγκὼν καὶ μεταβαλὼν τὸν περὶ ταῦτα κόσμον, ὥστε τὸ νικητικώτατον ὑφʼ οὗ μὲν οὐκ ὂν εὑρῆσθαι, τῷ δὲ ὑπάρχον βοηθεῖν. κατὰ χεῖρα τοίνυν Φιλοποίμενος μὲν ἔργα πολλὰ καὶ μεγάλα, θατέρου δὲ οὐδέν, ἀλλὰ καὶ τῶν Αἰτωλῶν τις αὐτὸν Ἀρχέδημος ἐπέσκωπτεν ὡς, ὅτε αὐτὸς ἐσπασμένος τὴν μάχαιραν ἔθει δρόμῳ πρὸς τοὺς μαχομένους καὶ τοὺς συνεστῶτας τῶν Μακεδόνων, τοῦ Τίτου τὰς χεῖρας εἰς τὸν οὐρανὸν ὑπτίας ἀνατείναντος ἑστῶτος καὶ προσευχομένου.