Ancient Greek
3.1 to 3.2
Plutarch, Φιλοποίμενος καὶ Τίτου σύγκρισις 3.1-2
Not analysed yet
καὶ μὴν Τίτῳ μὲν ἄρχοντι συνέβη καὶ πρεσβεύοντι πάντα πρᾶξαι τὰ καλά, Φιλοποίμην δὲ οὐ χείρονα παρέσχεν οὐδὲ ἀπρακτότερον ἑαυτὸν ἰδιώτην ἢ στρατηγὸν τοῖς Ἀχαιοῖς. ἰδιώτης μὲν γὰρ ὢν Νάβιν ἐξέβαλεν ἐκ Μεσσήνης καὶ Μεσσηνίους ἠλευθέρωσεν, ἰδιώτης δὲ Διοφάνην τὸν στρατηγὸν καὶ Τίτον ἐπερχομένους ἀπέκλεισε τῆς Σπάρτης καὶ Λακεδαιμονίους δι. ʼσωσεν. οὕτως ἡγεμονικὴν φύσιν ἔχων οὐ κατὰ τοὺς νόμους, ἀλλὰ καὶ τῶν νόμων ἄρχειν ἠπίστατο πρὸς τὸ συμφέρον, οὐ δεόμενος παρὰ τῶν ἀρχομένων λαβεῖν τὸ ἄρχειν, ἀλλὰ χρώμενος αὐτοῖς, ὅπου καιρὸς εἴη, τὸν ὑπὲρ αὐτῶν φρονοῦντα μᾶλλον ἢ τὸν ὑπʼ αὐτῶν ᾑρημένον ἡγούμενοις στρατηγόν.