Ancient Greek · ~1 min
Chapter 5
Plutarch, Θησέως καὶ Ῥωμύλου σύγκρισις 5.1
Not analysed yet
καὶ τὸ μὲν Ῥώμου πάθος ἀμφισβητούμενον ἔχει τὸν αὐτόχειρα, καὶ τὸ πλεῖστον εἰς ἑτέρους τῆς αἰτίας τρέπουσι· τὴν δὲ μητέρα διολλυμένην ἔσωσε περιφανῶς, καὶ τὸν πάππον ἀκλεῶς δουλεύοντα καὶ ἀτίμως εἰς τὸν Αἰνείου θρόνον ἐκάθισε, καὶ πολλὰ μὲν ἑκὼν εὐεργέτησεν, ἔβλαψε δὲ αὐτὸν οὐδὲ ἄκων.