Ancient Greek · ~2 min
Chapter 5
Plutarch, Θησέως καὶ Ῥωμύλου σύγκρισις 5.2
Not analysed yet
τὴν δὲ Θησέως λήθην καὶ ἀμέλειαν τῆς περὶ τὸ ἱστίον ἐντολῆς μόλις ἂν οἶμαι μακρᾷ τινι παραιτήσει καὶ ἐν ῥᾳθύμοις δικασταῖς αἰτίαν ἀποφυγεῖν πατροκτονίας· ὃ δὴ καὶ συνιδών τις Ἀττικὸς ἀνὴρ ὡς παγχάλεπόν ἐστι βουλομένοις ἀπολογεῖσθαι, πλάττει τὸν Αἰγέα τῆς νεὼς προσφερομένης ὑπὸ σπουδῆς ἀνατρέχοντα πρὸς τὴν ἀκρόπολιν θέας ἕνεκα καὶ σφαλλόμενον καταπεσεῖν, ὥσπερ ὀπαδῶν ἔρημον, ἢ τὴν ἐπὶ θάλατταν ὁδὸν σπεύδοντι μὴ παρούσης τινὸς θεραπείας.