Ancient Greek · ~2 min
Section 28
Plutarch, Γαμικὰ παραγγέλματα 28
Not analysed yet
ὁ Πλάτων τῷ Ξενοκράτει βαρυτέρῳ τὸ ἦθος ὄντι τἄλλα δὲ καλῷ κἀγαθῷ παρεκελεύετο θύειν ταῖς Χάρισιν. οἶμαι δὴ καὶ τῇ σώφρονι μάλιστα δεῖν πρὸς τὸν ἄνδρα χαρίτων, ἵνʼ, ὡς ἔλεγε Μητρόδωρος, ἡδέως συνοικῇ καὶ μὴ ὀργιζομένη ὅτι σωφρονεῖ δεῖ γὰρ μήτε τὴν εὐτελῆ καθαριότητος ἀμελεῖν μήτε τὴν φίλανδρον φιλοφροσύνης ποιεῖ γὰρ ἡ χαλεπότης ἀηδῆ τὴν εὐταξίαν τῆς γυναικός ὥσπερ ἡ ῥυπαρία τὴν ἀφέλειαν,