Ancient Greek · ~1 min
Section 3
Plutarch, Γαμικὰ παραγγέλματα 3
Not analysed yet
ἐν ἀρχῇ μάλιστα δεῖ τὰς διαφορὰς καὶ τὰς προσκρούσεις φυλάττεσθαι τοὺς γεγαμηκότας, ὁρῶντας ὅτι καὶ τὰ συναρμοσθέντα τῶν σκευῶν κατʼ ἀρχὰς μὲν ὑπὸ τῆς τυχούσης ῥᾳδίως διασπᾶται προφάσεως ,χρόνῳ δὲ τῶν ἁρμῶν σύμπηξιν λαβόντων μόλις ὑπὸ πυρὸς καὶ σιδήρου διαλύεται.