Ancient Greek · ~3 min
Section 21
Plutarch, Πραμυθητικὸς πρὸς Ἀπολλώνιον 21
Not analysed yet
ἀλλʼ οὐ γὰρ ἤλπιζον φησὶ ταῦτα πείσεσθαι, οὐδὲ προσεδόκων ἀλλʼ ἐχρῆν σε προσδοκᾶν καὶ προκατακεκρικέναι τῶν ἀνθρωπείων τὴν ἀδηλότητα καὶ οὐδένειαν, καὶ οὐκ ἂν νῦν ἀπαράσκευος ὥσπερ ὑπὸ πολεμίων ἐξαίφνης ἐπελθόντων ἐλήφθης καλῶς γὰρ ὁ παρὰ τῷ Εὐριπίδῃ Θησεὺς παρεσκευάσθαι φαίνεται πρὸς τὰ τοιαῦτα· ἐκεῖνος γάρ φησιν ἐγὼ δὲ τοῦτο παρὰ σοφοῦ τινος μαθὼν εἰς φροντίδας νοῦν συμφορὰς τʼ ἐβαλλόμην, φυγὰς τʼ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς θανάτους τʼ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς, ἵνʼ εἴ τι πάσχοιμʼ ὧν ἐδόξαζον φρενί, μή μοι νεῶρες προσπεσὸν μᾶλλον δάκοι οἱ δʼ ἀγεννέστεροι καὶ ἀνασκήτως διακείμενοι οὐδʼ ἀναστροφὴν ἐνίοτε λαμβάνουσι πρὸς τὸ βουλεύσασθαί τι τῶν εὐσχημόνων καὶ συμφερόντων, ἀλλʼ ἐκτρέπονται πρὸς τὰς ἐσχάτας ταλαιπωρίας, τὸ μηδὲν αἴτιον σῶμα τιμωρούμενοι καὶ τὰ μὴ νοσοῦντα κατὰ τὸν Ἀχαιὸν συναλγεῖν, ἀναγκάζοντες.