Ancient Greek · ~4 min
Section 29
Plutarch, Πραμυθητικὸς πρὸς Ἀπολλώνιον 29
Not analysed yet
ταῦτʼ οὖν ἐν διανοίᾳ τις ἔχων ὡς πυθόχρηστα παραγγέλματα πρὸς πάντα τὰ τοῦ βίου πράγματα ῥᾳδίως ἐφαρμόζειν δυνήσεται καὶ φέρειν αὐτὰ δεξιῶς, εἴς τε τὴν αὑτοῦ φύσιν ἀφορῶν καὶ εἰς τὸ μὴ πέρα τοῦ προσήκοντος ἐν τοῖς προσπίπτουσιν ἢ διαίρεσθαι πρὸς ἀλαζονείαν ἢ ταπεινοῦσθαι καὶ καταπίπτειν πρὸς οἴκτους καὶ ὀλοφυρμοὺς διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν καὶ τὸν ἐμφυόμενον ἡμῖν τοῦ θανάτου φόβον παρὰ τὴν ἄγνοιαν τῶν εἰωθότων ἐν τῷ βίῳ συμβαίνειν κατὰ τὴν τῆς ἀνάγκης ἢ πεπρωμένης μοῖραν. καλῶς δʼ οἱ Πυθαγόρειοι παρεκελεύσαντο λέγοντες ὅσσα δὲ δαιμονίῃσι τύχαις βροτοὶ ἄλγεʼ ἔχουσιν, ἣν ἂν μοῖραν ἔχῃς, ταύτην ἔχε μηδʼ ἀγανάκτει καὶ ὁ τραγικὸς Αἰσχύλος ἀνδρῶν γάρ ἐστιν ἐνδίκων τε καὶ σοφῶν κἀν τοῖσι δεινοῖς μὴ τεθυμῶσθαι θεοῖς καὶ ὁ Εὐριπίδης ὅστις δʼ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν σοφὸς παρʼ ἡμῖν καὶ τὰ θεῖʼ ἐπίσταται καὶ ἐν ἄλλοις τὰ προσπεσόντα δʼ ὅστις εὖ φέρει βροτῶν, ἄριστος εἶναι σωφρονεῖν τέ μοι δοκεῖ