Ancient Greek · ~3 min
Section 35
Plutarch, Πραμυθητικὸς πρὸς Ἀπολλώνιον 35
Not analysed yet
λέγεται δʼ ὑπὸ μὲν τοῦ μελικοῦ Πινδάρου ταυτὶ περὶ τῶν εὐσεβῶν ἐν ᾍδου, τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα κάτω, φοινικορόδοις ἐν λειμώνεσσι προάστιον αὐτῶν καὶ λιβάνῳ σκιαρὸν καὶ χρυσοκάρποισι βεβριθός. καὶ τοὶ μὲν ἵπποις γυμνασίοις τε τοὶ δὲ πεσσοῖς, τοὶ δὲ φορμίγγεσι τέρπονται, παρὰ δέ σφισιν εὐανθὴς ἅπας τέθαλεν ὄλβος, ὀδμὰ δʼ ἐρατὸν κατὰ χῶρον κίδναται αἰεὶ θύα μιγνύντων πυρὶ τηλεφανεῖ παντοῖα θεῶν ἐπὶ βωμοῖς. καὶ μικρὸν προελθὼν ἐν ἄλλῳ θρήνῳ περὶ ψυχῆς λέγων φησὶν ὀλβίᾳ δʼ ἅπαντες αἴσᾳ λυσίπονον τελευτάν. καὶ σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ, ζωὸν δʼ ἔτι λείπεται αἰῶνος εἴδωλον· τὸ γάρ ἐστι μόνον ἐκ θεῶν. εὕδει δὲ πρασσόντων μελέων, ἀτὰρ εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις δείκνυσι τερπνῶν ἐφέρποισαν χαλεπῶν τε κρίσιν.