Ancient Greek · ~4 min
Section 8
Plutarch, Πραμυθητικὸς πρὸς Ἀπολλώνιον 8
Not analysed yet
ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει εἰ τὰ δάκρυʼ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, ἀεὶ θʼ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο, ἠλλαττόμεσθʼ ἂν δάκρυα, δόντες χρυσίον. νῦν δʼ οὐ προσέχει τὰ πράγματʼ οὐδʼ ἀποβλέπει εἰς ταῦτα, δέσποτʼ, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται. τί οὖν ποιεῖς πλέον; οὐδέν· ἡ λύπη δʼ ἔχει ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον. ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπενθοῦσαν Δίκτυς φησὶ δοκεῖς τὸν ᾍδην σῶν τι φροντίζειν γόων καὶ παῖδʼ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν; παῦσαι· βλέπουσα δʼ εἰς τὰ τῶν πέλας κακὰ ῥᾴων γένοιʼ ἄν, εἰ λογίζεσθαι θέλοις ὅσοι τε δεσμοῖς ἐμμεμόχλευνται βροτῶν, ὅσοι τε γηράσκουσιν ὀρφανοί τέκνων, τοὺς τʼ ἐκ μέγιστον ὀλβίας τυραννίδος τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών. κελεύει γὰρ αὐτὴν ἐνθυμεῖσθαι τὰ τῶν ἴσα καὶ μείζω δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν.