Ancient Greek · ~3 min
Section 109
Plutarch, Ἀίτια Ῥωμαϊκά 109
Not analysed yet
διὰ τί τῷ ἱερεῖ τοῦ Διός, ὃν Φλάμινα Διᾶλιν καλοῦσιν, οὐκ ἐξῆν ἀλεύρου θιγεῖν, οὐδὲ ζύμης; ἢ τὸ μὲν ἄλευρον ἀτελὴς τροφὴ καὶ ἄπεπτός ἐστιν; οὔτε γὰρ ὃ ἦν μεμένηκεν ὁ πυρὸς οὔθʼ ὅ δεῖ γενέσθαι γέγονεν ὁ ἄρτος, ἀλλὰ καὶ τὴν σπέρματος δύναμιν ἀπολώλεκεν ἅμα καὶ τὴν σιτίου χρείαν οὐκ ἔσχηκε. διὸ καὶ μυλήφατον ὁ ποιητὴς ἄλφιτον ἐκ μεταφορᾶς ὠνόμασεν ὥσπερ φονευόμενον ἐν τῷ ἀλέτῳ καὶ φθειρόμενον. ἡ δὲ ζύμη καὶ γέγονεν ἐκ φθορᾶς αὐτὴ καὶ φθείρει τὸ φύραμα μειγνυμένη· γίγνεται γὰρ ἄτονον καὶ ἀδρανὲς καὶ ὅλως ἔοικε σῆψις ἡ ζύμωσις εἶναι· πλεονάσασα γοῦν ἀποξύνει παντάπασι καὶ φθείρει τὸ ἄλευρον.