Ancient Greek · ~6 min
Section 112
Plutarch, Ἀίτια Ῥωμαϊκά 112
Not analysed yet
διὰ τίνα δʼ αἰτίαν οὐδὲ κιττοῦ θιγεῖν ἐφεῖτο τῷ ἱερεῖ τοῦ Διός, οὐδʼ ὁδὸν διελθεῖν ἀναδενδράδος ἄνωθεν διατεταμένης; ἢ τοῦτο μὲν ὅμοιόν ἐστι τῷ μὴ ἐσθίειν ἐπὶ δίφρου, μηδʼ ἐπὶ χοίνικος καθῆσθαι, μηδὲ σάρον ὑπερβαίνειν, οὐ ταῦτα τῶν Πυθαγορικῶν δεδιότων καὶ φυλαττομένων ἀλλʼ ἕτερα τούτοις ἀπαγορευόντων; καὶ γὰρ τὸ ὑπʼ ἄμπελον ὑποπορεύεσθαι τὴν ἀναφορὰν ἐπὶ τὸν οἶνον εἶχεν, ὡς οὐ θεμιτὸν τῷ ἱερεῖ μεθύσκεσθαι. τῶν γὰρ μεθυσκομένων ὑπὲρ κεφαλῆς ὁ οἶνός ἐστι καὶ πιέζονται καὶ ταπεινοῦνται, δέον ὑπερτέρους εἶναι καὶ κρατεῖν ἀεὶ τῆς ἡδονῆς ταύτης ἀλλὰ μὴ κρατεῖσθαι. τὸν δὲ κιττὸν πότερον ὡς ἄκαρπον καὶ ἄχρηστον ἀνθρώποις, ἀδρανῆ δὲ καὶ διʼ ἀσθένειαν ἑτέρων ὀχούντων δεόμενον, σκιᾷ δὲ καὶ χλωρότητος ὄψει γοητεύοντα τοὺς πολλούς, οὐκ ᾤοντο δεῖν ἀσύμβολον ἐν ταῖς οἰκίαις μάτην ἐντρέφεσθαι καὶ περιπλέκεσθαι, βλαβερὸν ὄντα τοῖς προσδεχομένοις φυτοῖς; ἢ ὡς τῆς γῆς ἐχόμενον; διὸ τῶν μὲν ὀλυμπίων ἱερῶν εἴργεται, καὶ οὔτʼ ἐν Ἥρας Ἀθήνησιν οὔτε Θήβησιν ἐν Ἀφροδίτης ἴδοι τις ἂν κιττόν· Ἀγριωνίοις δὲ καὶ Νυκτελίοις, ὧν τὰ πολλὰ διὰ σκότους δρᾶται, πάρεστιν. ἢ καὶ τοῦτο συμβολικὴ θιάσων καὶ βακχευμάτων ἀπαγόρευσις ἦν; αἱ γὰρ ἔνοχοι τοῖς βακχικοῖς πάθεσι γυναῖκες εὐθὺς ἐπὶ τὸν κιττὸν φέρονται, καὶ σπαράττουσι δραττόμεναι ταῖς χερσὶ καὶ διεσθίουσαι τοῖς στόμασιν ὥστε μὴ παντελῶς ἀπιθάνους εἶναι τοὺς λέγοντας ὅτι καὶ πνεῦμα μανίας ἔχων ἐγερτικὸν καὶ παρακινητικὸν ἐξίστησι καὶ ταράττει, καὶ ὅλως ἄοινον ἐπάγει μέθην καὶ χαρὰν τοῖς ἐπισφαλῶς πρὸς ἐνθουσιασμὸν ἔχουσι.