Ancient Greek · ~2 min
Section 18
Plutarch, Ἀίτια Ῥωμαϊκά 18
Not analysed yet
διὰ τί τῷ Ἡρακλεῖ πολλοὶ τῶν πλουσίων ἐδεκάτευον τὰς οὐσίας; πότερον ὅτι κἀκεῖνος ἐν Ῥώμῃ τῶν Γηρυόνου βοῶν ἀπέθυσε τὴν δεκάτην, ἢ ὅτι Ῥωμαίους ὑπὸ Τυρρηνῶν δεκατευομένους ἀπήλλαξεν; ἢ ταῦτα μὲν οὐκ ἔχει τὴν ἱστορίαν ἀξιόπιστον, ὡς δʼ ἀδηφάγῳ τινὶ τῷ Ἡρακλεῖ καὶ εὐθοίνῳ δαψιλῶς καὶ ἀφθόνως ἀπέθυον; ἢ μᾶλλον ὡς ἐπαχθῆ τοῖς πολίταις τὸν ὑπερβάλλοντα πλοῦτον κολούοντες καὶ καθάπερ εὐεξίας ἐπʼ ἄκρον εὐσωματούσης ἀφαιροῦντες, ᾤοντο μάλιστα τιμᾶσθαι τὸν Ἡρακλέα καὶ χαίρειν ταῖς τοιαύταις ἀποχρήσεσι καὶ συστολαῖς τῶν περιττῶν, εὐτελῆ καὶ αὐτάρκη καὶ ἀπέριττον τῷ βίῳ γενόμενον;