Ancient Greek · ~4 min
Section 28
Plutarch, Ἀίτια Ῥωμαϊκά 28
Not analysed yet
διὰ τί τοὺς παῖδας, ὅταν ὀμνύωσι τὸν Ἡρακλέα, κωλύουσιν ὑπὸ στέγῃ τοῦτο ποιεῖν καὶ κελεύουσιν εἰς ὕπαιθρον προϊέναι; πότερον, ὡς ἔνιοι λέγουσιν, οὐκ οἰκουρίᾳ τὸν Ἡρακλέα χαίρειν ἀλλʼ ὑπαίθρῳ βίῳ καὶ θυραυλίαις νομίζοντες; ἢ μᾶλλον, ὅτι τῶν θεῶν οὐκ ἐπιχώριος οὗτος ἀλλὰ πόρρωθεν καὶ ξένος; οὐδὲ γὰρ τὸν Διόνυσον ὀμνύουσιν ὑπὸ στέγῃ, ξένον ὄντα καὶ αὐτόν, εἴπερ ἐστὶ ἀπὸ Νύσης. ἢ ταῦτα μὲν λέγεται, καὶ παίζεται πρὸς τοὺς παῖδας, ἄλλως δʼ ἐπίσχεσίς ἐστι τῆς πρὸς τὸν ὅρκον εὐχερείας καὶ ταχύτητος τὸ γιγνόμενον, ὡς Φαβωρῖνος ἔλεγε; τὸ γὰρ ὥσπερ ἐκ παρασκευῆς μέλλησιν ἐμποιεῖ καὶ βουλεύσασθαι δίδωσι. συμβάλοιτο δʼ ἄν τις τῷ Φαβωρίνῳ πρὸς τὸ μὴ κοινὸν ἀλλʼ ἴδιον εἶναι τοῦ θεοῦ τούτου τὸ γιγνόμενον ἐκ τῶν περὶ Ἡρακλέους λεγομένων. ἱστορεῖται γὰρ οὕτως εὐλαβὴς γεγονέναι πρὸς ὅρκον, ὥσθʼ ἅπαξ ὀμόσαι καὶ μόνῳ Φυλεῖ τῷ Αὐγέου· διὸ καὶ τὴν Πυθίαν προφέρειν τὰ ὅρκια πάντα Λακεδαιμονίοις ὡς ἐμπεδοῦσι λῷον εἴη καὶ ἄμεινον.