Ancient Greek · ~2 min
Section 33
Plutarch, Ἀίτια Ῥωμαϊκά 33
Not analysed yet
διὰ τί τὸ παλαιὸν οὐκ ἐδείπνουν ἔξω χωρὶς τῶν υἱῶν ἔτι τὴν παιδικὴν ἡλικίαν ἐχόντων; ἢ τοῦτο μὲν καὶ Λυκοῦργος εἴθισε, τοὺς παῖδας ἐπεισάγων τοῖς φιδιτίοις, ὅπως ἐθίζωνται μὴ θηριωδῶς μηδʼ ἀτάκτως ἀλλὰ μετʼ εὐλαβείας ταῖς ἡδοναῖς προσφέρεσθαι, τοὺς πρεσβυτέρους οἷον ἐπισκόπους καὶ θεατὰς ἔχοντες; οὐκ ἔλαττον δὴ τοῦτο καὶ τοὺς πατέρας αὐτοὺς μᾶλλον αἰδεῖσθαι καὶ σωφρονεῖν τῶν υἱῶν παρόντων· ὅπου γὰρ ἀναισχυντοῦσι γέροντες, ὥς φησιν ὁ Πλάτων, ἐνταῦθʼ ἀνάγκη καὶ νέους ἀναισχυντοτάτους εἶναι.