Ancient Greek · ~2 min
Section 36
Plutarch, Ἀίτια Ῥωμαϊκά 36
Not analysed yet
διὰ τί πύλην μίαν θυρίδα καλοῦσι, τὴν γὰρ ʼ φενέστραν ʼ τοῦτο σημαίνει, καὶ παρʼ αὐτὴν ὁ καλούμενος Τύχης θάλαμός ἐστι; πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος γενόμενος δόξαν ἔσχε τῇ Τύχῃ συνεῖναι φοιτώσῃ διὰ θυρίδος πρὸς αὐτόν; ἢ τοῦτο μὲν μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ γυνὴ Τανακυλλὶς ἔμφρων οὖσα καὶ βασιλικὴ διὰ θυρίδος προκύψασα τοῖς πολίταις ἐνέτυχε καὶ συνέπεισεν ἀποδεῖξαι βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ τόπος τὴν ἐπωνυμίαν;