Ancient Greek · ~3 min
Section 42
Plutarch, Ἀίτια Ῥωμαϊκά 42
Not analysed yet
διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμιείῳ τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ τῶν συμβολαίων; πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδʼ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην; ἢ ὅτι καρπῶν εὑρετὴς καὶ γεωργίας ἡγεμὼν ὁ θεός; ἡ γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος Ἡσιόδῳ πειθόμενος λέχρις δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο. καρπῶν δʼ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσματος· · διὸ τὸν αἴτιον καὶ φύλακα ποιοῦνται τῆς εὐδαιμονίας. μαρτυρεῖ δὲ τούτῳ τὸ τὰς ἀγομένας διʼ ἐννέα ἡμερῶν ἐπʼ ἀγορὰν συνόδους, νουνδίνας δὲ καλουμένας, ἱερὰς τοῦ Κρόνου νομίζεσθαι· πράσεως γὰρ καὶ ὠνῆς περιουσία καρπῶν ἀρχὴν παρέσχεν. ἤ ταῦτα μέν ἐστι παλαιά, πρῶτος δὲ ταμιεῖον ἀπέδειξε τὸ Κρόνιον, τῶν βασιλέων καταλυθέντων, Οὐαλέριος Ποπλικόλας πειθόμενος εὐερκῆ καὶ καταφανῆ καὶ δυσεπιβούλευτον εἶναι τὸν τόπον;