Ancient Greek · ~3 min
Section 44
Plutarch, Ἀίτια Ῥωμαϊκά 44
Not analysed yet
διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ὀμόσαι; πότερον ὅτι βάσανός τις ἐλευθέρων ὁ ὅρκος ἐστί, δεῖ δʼ ἀβασάνιστον εἶναι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν τοῦ ἱερέως; ἢ ὅτι περὶ μικρῶν ἀπιστεῖσθαι τὸν τὰ θεῖα καὶ μέγιστα πεπιστευμένον οὐκ εἰκός ἐστιν; ἢ ὅτι πᾶς ὅρκος εἰς κατάραν τελευτᾷ τῆς ἐπιορκίας, κατάρα δὲ δύσφημον καὶ σκυθρωπόν; ὅθεν οὐδʼ ἄλλοις ἐπαρᾶσθαι νομίζεται τοὺς ἱερεῖς. ἐπῃνέθη γοῦν Ἀθήνησιν ἡ ἱέρεια μὴ θελήσασα καταράσασθαι τῷ Ἀλκιβιάδῃ τοῦ δήμου κελεύοντος· ἔφη γὰρ εὐχῆς οὐ κατάρας ἱέρεια γεγονέναι. ἢ κοινὸς ὁ τῆς ἐπιορκίας κίνδυνος, ἂν ἀνὴρ ἀσεβὴς καὶ ἐπίορκος εὐχῶν κατάρχηται καὶ ἱερῶν ὑπὲρ τῆς πόλεως;