Ancient Greek
Section 54
Plutarch, Ἀίτια Ῥωμαϊκά 54
Not analysed yet
διὰ τί τὰ κρεοπώλια μάκελλα καὶ μακέλλας καλοῦσι; πότερον ἀπὸ τῶν μαγείρων τοὔνομα διαφθαρέν, ὥσπερ ἄλλα πολλά, τῇ συνηθείᾳ κεκράτηκε; καὶ γὰρ τὸ κάππα πρὸς τὸ γάμμα συγγένειαν ἔχει παρʼ αὐτοῖς· ἀψὲ γὰρ ἐχρήσαντο τῷ γάμμα Καρβιλίου Σπορίου προσεξευρόντος· καὶ τὸ λάμβδα πάλιν τοῖς ἀπολισθάνουσι τοῦ ρ διʼ ἀμβλύτητα τῆς γλώττης ὑπόκειται τραυλιζόμενον. ἢ καὶ τοῦτο λυτέον τῇ ἱστορίᾳ; λέγεται γὰρ ἐν Ῥώμῃ βίαιον ἄνδρα καὶ λῃστρικὸν γενόμενον καὶ περικόψαντα πολλοὺς, Μάκελλον τοὔνομα, μόγις ἁλῶναι καὶ κολασθῆναι· ἐκ δὲ τῶν χρημάτων αὐτοῦ δημόσιον οἰκοδομηθῆναι κρεοπώλιον ἀπʼ ἐκείνου κτησάμενον τὴν προσηγορίαν.