Ancient Greek · ~2 min
Section 64
Plutarch, Ἀίτια Ῥωμαϊκά 64
Not analysed yet
διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος; πότερον αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων, ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν οὐδέποτε δεῖ κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα;