Ancient Greek · ~4 min
Section 74
Plutarch, Ἀίτια Ῥωμαϊκά 74
Not analysed yet
διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς ἣν βρέβεμ καλοῦσι; πότερον ὅτι μικρὸς ὢν ἐν ἀρχῇ καὶ ταπεινὰ πράττων καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν ἁπάσαις; οὐ γὰρ μόνον Τύχης εὐέλπιδος καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλʼ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δʼ ἐπιστρεφομένης, ἄλλο παρθένου· καὶ τί ἄν τις ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτρίας ἱερόν ἐστιν, ἣν βισκᾶταν ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπʼ αὐτῆς καὶ προσισχομένων τοῖς πράγμασιν; ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ μικρὸν ἀεὶ τῆς τύχης μέγα δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων.