Ancient Greek · ~4 min
Section 86
Plutarch, Ἀίτια Ῥωμαϊκά 86
Not analysed yet
διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται γυναῖκας; πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ Ἰουνίου μηνός, ὧν τὸν μὲν Ἀφροδίτης τὸν δʼ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν; ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην. ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς κατοιχομένοις ἐναγίζουσι; καὶ διὰ τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας ἐπώνυμός ἐστιν. ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; γάμῳ δὲ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν ἀλλʼ ἦ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ, ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται. οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.