Ancient Greek · ~3 min
Section 11
Plutarch, Παραμυθητικός εἰς τὴν γυναῖκα τὴν αὑτου 11
Not analysed yet
τοῖς δὲ πατρίοις καὶ παλαιοῖς ἔθεσι καὶ νόμοις ἐμφαίνεται μᾶλλον ἡ περὶ τούτων ἀλήθεια. τοῖς γὰρ αὑτῶν νηπίοις ἀποθανοῦσιν οὔτε χοὰς; ἐπιφέρουσιν, οὔτʼ ἄλλα δρῶσι περὶ αὐτὰ οἷʼ εἰκὸς ὑπὲρ θανόντων ποιεῖν τοὺς ἄλλους οὐ γὰρ μέτεστι γῆς; οὐδὲν οὐδὲ τῶν περὶ γῆν αὐτοῖς. οὐδʼ αὐτοῦ περὶ ταφὰς καὶ μνήματα καὶ προθέσεις νεκρῶν φιλοχωροῦσι καὶ παρακάθηνται τοῖς σώμασιν· οὐ γὰρ ἐῶσι θρηνεῖν οἱ νόμοι τοὺς τηλικούτους, ὡς οὐχ ὅσιον εἰς βελτίονα καὶ θειοτέραν μοῖραν ἅμα καὶ χώραν μεθεστηκότας · ἐπεὶ δὲ τὸ ἀπιστεῖν χαλεπώτερόν ἐστιν αὐτοῖς ἢ τὸ πιστεύειν, τὰ μὲν ἐκτὸς οὕτως ὡς οἱ νόμοι προστάττουσιν ἔχωμεν, τὰ δʼ ἐντὸς ἔτι μᾶλλον ἀμίαντα καὶ καθαρὰ καὶ σώφρονα.