Ancient Greek · ~4 min
Section 2
Plutarch, Παραμυθητικός εἰς τὴν γυναῖκα τὴν αὑτου 2
Not analysed yet
μόνον, ὦ γύναι, τήρει κἀμὲ τῷ πάθει καὶ σεαυτὴν ἐπὶ τοῦ καθεστῶτος. ἐγὼ γὰρ αὐτὸς μὲν οἶδα καὶ ὁρίζω τὸ συμβεβηκὸς ἡλίκον ἐστίν· ἂν δὲ σε τῷ δυσφορεῖν ὑπερβάλλουσαν εὕρω, τοῦτό μοι μᾶλλον ἐνοχλήσει τοῦ γεγονότος. καίτοι οὐδʼ αὐτὸς ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης ἐγενόμην οἶσθα δὲ καὶ αὐτή, τοσούτων μοι παιδίων ἀνατροφῆς κοινωνήσασα, πάντων ἐκτεθραμμένων οἴκοι διʼ αὐτῶν ἡμῶν· τούτου δέ, ὅτι καὶ σοὶ ποθούσῃ θυγάτηρ μετὰ τέσσαρας υἱοὺς ἐγεννήθη κἀμοὶ τὸ σὸν ὄνομα θέσθαι ποθούμενον ἑν αὐτῇ παρέσχεν, ἀγαπητοῦ διαφερόντως μοι γενομένου. πρόσεστι δὲ καὶ δριμύτης ἰδία τις τῷ πρὸς τὰ τηλικαῦτα φιλοστόργῳ, καὶ τὸ εὐφραῖνον αὐτῶν καθαρόν ἐστι καὶ πάσης ἀμιγὲς ὀργῆς καὶ μέμψεως. αὕτη δὲ καὶ φύσει θαυμαστὴν ἔσχεν εὐκολίαν καὶ πραότητα, καὶ τὸ ἀντιφιλοῦν καὶ χαριζόμενον αὐτῆς ἡδονὴν ἅμα καὶ κατανόησιν τοῦ φιλανθρώπου παρεῖχεν· ,οὐ γὰρ μόνον βρέφεσιν ἄλλοις ἀλλὰ καὶ σκεύεσιν, οἷς ἐτέρπετο, καὶ παιγνίοις ἐκέλευε τὴν τίτθην διδόναι καὶ προσφέρειν τὸν μαστὸν καὶ προσεκαλεῖτο καθάπερ πρὸς τράπεζαν ἰδίαν ὑπὸ φιλανθρωπίας, ὧνπερ ἐγίγνωσκε καὶ εἶχε τὰ ἥδιστα κοινουμένη τοῖς εὐφραίνουσιν αὐτήν.