Ancient Greek · ~1 min
Chapter 11
Plutarch, Κράσσος 11.8
Not analysed yet
Πομπήιος μὲν οὖν ἀπὸ Σερτωρίου καὶ Ἰβηρίας ἐπιφανῶς ἐθριάμβευσε, Κράσσος δὲ τὸν μὲν μέγαν θρίαμβον οὐδʼ αὐτὸς αἰτεῖν ἐπεχείρησεν, ἐδόκει δὲ καὶ τὸν πεζόν, ὀούαν δὲ καλούμενον, ἀγεννῶς καὶ παρʼ ἀξίαν ἐπὶ δουλικῷ πολέμῳ θριαμβεῦσαι. τί δʼ οὗτος ἐκείνου διαφέρει, καὶ περὶ τῆς κλήσεως, ἐν τῷ Μαρκέλλου βίῳ γέγραπται.