Ancient Greek
12.1 to 12.2
Plutarch, Κράσσος 12.1-2
Not analysed yet
μετὰ δὲ ταῦτα τοῦ Πομπηίου αὐτόθεν ἐπὶ τὴν ὑπατείαν καλουμένου, ἐλπίδας ἔχων ὁ Κράσσος συνάρξειν ὅμως οὐκ ὤκνησε τοῦ Πομπηίου δεηθῆναι. δεξάμενος δὲ τὴν χρείαν ἀσμένως ἐκεῖνος ἐπεθύμει γὰρ ἁμῶς γέ πως ἀεὶ χάριτός τινος ὀφειλέτην λαβεῖν τὸν Κράσσον ἐσπούδασε προθύμως, καὶ τέλος εἶπεν ἐκκλησιάζων ὡς οὐκ ἐλάττονα περὶ τοῦ συνάρχοντος ἕξει χάριν ἢ περὶ τῆς ἀρχῆς. οὐ μὴν ἔμειναν ἐπὶ ταύτης τῆς φιλοφροσύνης εἰς τὴν ἀρχὴν καταστάντες, ἀλλʼ ὀλίγου δεῖν περὶ πάντων διαφερόμενοι καὶ πάντα δυσκολαίνοντες ἀλλήλοις καὶ φιλονεικοῦντες ἀπολίτευτον καὶ ἄπρακτον αὑτοῖς τὴν ὑπατείαν ἐποίησαν, πλὴν ὅτι Κράσσος Ἡρακλεῖ μεγάλην θυσίαν ποιησάμενος εἱστίασε τὸν δῆμον ἀπὸ μυρίων τραπεζῶν καὶ σῖτον ἐμέτρησεν εἰς τρίμηνον.