Ancient Greek
Chapter 12
Plutarch, Κράσσος 12.3
Not analysed yet
ἤδη δὲ τῆς ἀρχῆς αὑτοῖς τελευτώσης ἔτυχον μὲν ἐκκλησιάζοντες, ἀνὴρ δέ τις οὐ τῶν ἐπιφανῶν, ἱππεὺς Ῥωμαίων, ἀγροῖκος δὲ τῷ βίῳ καὶ ἰδιώτης, Ὀνότιος Αὐρήλιος, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ προελθὼν ὄψιν διηγεῖτο κατὰ τοὺς ὕπνους αὐτῷ γενομένην. ὁ γὰρ Ζεύς, ἔφη, μοι φανεὶς προσέταξεν εἰς κοινὸν εἰπεῖν ὅπως μὴ πρότερον περιίδητε τοὺς ὑπάτους ἀποθέσθαι τὴν ἀρχὴν ἢ φίλους γενέσθαι.