Ancient Greek · ~4 min
14.3 to 14.6
Plutarch, Κράσσος 14.3-6
Not analysed yet
εὐθὺς γὰρ ἀρθεὶς ὑπʼ ἀμφοτέρων ὕπατος ἀπεδείχθη λαμπρῶς. ὑπατεύοντι δʼ αὐτῷ ψηφισάμενοι στρατευμάτων ἡγεμονίαν καὶ Γαλατίαν ἐγχειρίσαντες ὥσπερ εἰς ἀκρόπολιν κατέστησαν, οἰόμενοι καθʼ ἡσυχίαν νεμήσεσθαι τὰ λοιπὰ πρὸς ἀλλήλους ἐκείνῳ βεβαιοῦντες ἣν ἔλαχεν ἀρχήν. Πομπήιος μὲν οὖν ὑπὸ φιλαρχίας ἀμέτρου ταῦτʼ ἔπραττε· τῶν δὲ Κράσσου νοσημάτων τὸ ἀρχαῖον ἡ φιλοπλουτία καινὸν ἔρωτα προσλαβοῦσα καὶ ζῆλον ἐπὶ ταῖς Καίσαρος ἀριστείαις τροπαίων καὶ θριάμβων, οἷς γε μόνοις ἐλαττοῦσθαι προὔχοντα τοῖς ἄλλοις, αὐτὸν οὐκ ἀνῆκεν οὐδʼ ἐλώφησε πρὶν εἰς ὄλεθρον ἀκλεῆ καὶ δημοσίας συμφορὰς τελευτῆσαι. Καίσαρος γὰρ εἰς Λοῦκαν πόλιν ἐκ Γαλατίας καταβάντος ἄλλοι τε πολλοὶ Ῥωμαίων ἀφίκοντο, καὶ Πομπήιος καὶ Κράσσος ἰδίᾳ συγγενόμενοι πρὸς αὐτὸν ἔγνωσαν ἐγκρατέστερον ἔχεσθαι τῶν πραγμάτων καὶ πᾶσαν ὑφʼ ἑαυτοῖς ποιεῖσθαι τήν ἡγεμονίαν, Καίσαρος μὲν ἐν τοῖς ὅπλοις μένοντος, ἄλλας δὲ ἐπαρχίας καὶ στρατεύματα Πομπηίου καὶ Κράσσου λαβόντων. ἐνταῦθα δʼ ὁδὸς ἦν μία δευτέρας ὑπατείας αἴτησις ἣν μετιόντων ἐκείνων ἔδει συμπράττειν Καίσαρα, τοῖς τε φίλοις γράφοντα καὶ τῶν στρατιωτῶν πέμποντα πολλοὺς ἀρχαιρεσιάσοντας.