Ancient Greek · ~1 min
Chapter 15
Plutarch, Κράσσος 15.1
Not analysed yet
ἐπὶ τούτοις οἱ περὶ Κράσσον εἰς Ῥώμην ἐπανελθόντες εὐθὺς ἦσαν ὕποπτοι, καί πολὺς ἐχώρει διὰ πάντων λόγος οὐκ ἐπʼ ἀγαθῷ γεγονέναι τὴν σύνοδον αὐτῶν, ἐν δὲ τῇ βουλῇ Μαρκελλίνου καί Δομιτίου Πομπήιον ἐρωτώντων εἰ μέτεισιν ὑπατείαν, ἀπεκρίνατο τυχὸν μὲν μετιέναι, τυχὸν δὲ μὴ μετιέναι· καί πάλιν ἐρωτώμενος ἔφη μετιέναι τοῖς δικαίοις πολίταις, μὴ μετιέναι δὲ τοῖς ἀδίκοις.