Ancient Greek · ~4 min
21.1 to 21.4
Plutarch, Κράσσος 21.1-4
Not analysed yet
ταῦτα τοῦ Κράσσου διασκοποῦντος ἔτι καὶ βουλευομένου παραγίνεται φύλαρχος Ἀράβων, Ἀριάμνης ὄνομα, δολερὸς καὶ παλίμβολος ἀνὴρ καὶ πάντων ὅσα συνήνεγκεν εἰς ὄλεθρον ἡ τύχη κακὰ, μέγιστον αὐτοῖς καὶ τελειότατον γενόμενος· τοῦτον δʼ ᾔδεσαν ἔνιοι τῶν Πομπηΐῳ συνεστρατευμένων ἀπολαύσαντά τι τῆς ἐκείνου φιλανθρωπίας καὶ δόξαντα φιλορρώμαιον εἶναι· τότε δʼ ὑφεῖτο τῷ Κράσσῳ μετὰ γνώμης τῶν βασιλέως στρατηγῶν, εἰ δύναιτο παρατρέψας αὐτὸν ἀπωτάτω τοῦ ποταμοῦ καὶ τῶν ὑπωρειῶν εἰς πεδίον ἐκβαλεῖν ἀχανὲς καὶ περιελαυνόμενον. πάντα γὰρ διενοοῦντο μᾶλλον ἢ κατὰ στόμα προσφέρεσθαι Ῥωμαίοις. ἐλθὼν οὖν πρὸς τὸν Κράσσον ὁ βάρβαρος ἦν δὲ καὶ πιθανὸς εἰπεῖν Πομπήϊον μὲν ὡς εὐεργέτην ἐπῄνει, Κράσσον δὲ, τῆς δυνάμεως μακαρίσας ἐμέμφετο τῆς διατριβῆς μέλλοντα καὶ παρασκευαζόμενον, ὥσπερ ὅπλων αὐτῷ δεῆσον, οὐ χειρῶν οὐδὲ ποδῶν τῶν ταχίστων ἐπʼ ἀνθρώπους οἳ πάλαι ζητοῦσιν ἁρπάσαντες τὰ τιμιώτατα τῶν χρημάτων καὶ σωμάτων εἰς Σκύθας ἢ Ὑρκανοὺς ἀναπτέσθαι. καίτοι μάχεσθαι μέλλοντας, ἔφη, σπεύδειν ἔδει, πρὶν ἅπασαν ἐν ταὐτῷ γενέσθαι τὴν δύναμιν ἀναθαρσήσαντος βασιλέως· ἐπεὶ νῦν γε Σουρήνας ὑμῖν προβέβληται καὶ Σιλλάκης ἐφʼ αὑτοὺς ἀναδεξάμενοι τὴν δίωξιν, ὁ δʼ οὐδαμῇ φανερός ἐστιν.